Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.232 Joseph. AJ 11.237 (English) >>Joseph. AJ 11.243

11.235εἰσῄει δὲ πρὸς αὐτὸν μετὰ δέους. ὡς δὲ κατὰ πρόσωπον αὐτοῦ καθεζομένου ἐπὶ τοῦ θρόνου γίνεται τὸν βασιλικὸν περικειμένου κόσμον, οὗτος δʼ ἦν ἐκ ποικίλης μὲν ἐσθῆτος, 11.236χρυσοῦ δὲ καὶ λίθου πολυτελοῦς, φοβερώτερον καὶ διʼ αὐτὰ μᾶλλον θεασαμένη καί τι κἀκείνου προσιδόντος αὐτὴν ἀπηνέστερον καὶ διακεκαυμένῳ ὑπὸ τῆς ὀργῆς τῷ προσώπῳ, πάρεσις αὐτὴν εὐθὺς λαμβάνει καὶ τοῖς παρὰ πλευρὸν οὖσιν ἀχανὴς ἐπέπεσεν. 11.237 δὲ βασιλεὺς κατὰ βούλησιν οἶμαι τοῦ θεοῦ τὴν διάνοιαν μετέβαλεν καὶ δείσας περὶ τῇ γυναικί, μὴ καὶ πάθῃ τι τῶν χειρόνων ὑπὸ τοῦ φόβου, 11.238ἀνεπήδησεν ἐκ τοῦ θρόνου, καὶ ταῖς ἀγκάλαις αὐτὴν ὑπολαβὼν ἀνεκτᾶτο κατασπαζόμενός τε καὶ προσομιλῶν ἡδέως καὶ θαρρεῖν παρακαλῶν καὶ μηδὲν ὑποπτεύειν σκυθρωπόν, ὅτι πρὸς αὐτὸν ἄκλητος ἔλθοι· τὸν γὰρ νόμον τοῦτον πρὸς τοὺς ὑπηκόους κεῖσθαι, τὴν δὲ ὁμοίως αὐτῷ βασιλεύουσαν πᾶσαν ἔχειν ἄδειαν. 11.239ταῦτα λέγων τὸ σκῆπτρον αὐτῆς ἐνετίθει τῇ χειρὶ καὶ τὴν ῥάβδον ἐξέτεινεν ἐπὶ τὸν αὐχένα αὐτῆς διὰ τὸν νόμον εὐλαβείας αὐτὴν ἀπολύων. 11.240 δʼ ὑπὸ τούτων ἀναζωπυρήσασα, “δέσποτʼ, εἶπεν, οὐκ ἔχω σοι τὸ αἰφνίδιον τοῦ συμβεβηκότος μοι ῥᾳδίως εἰπεῖν· ὡς γὰρ εἶδόν σε μέγαν καὶ καλὸν καὶ φοβερόν, εὐθὺς


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.232 Joseph. AJ 11.237 (English) >>Joseph. AJ 11.243

Powered by PhiloLogic